Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.411 | Joseph. BJ 4.418 (English) | >>Joseph. BJ 4.426 |
4.416συλλαβόντες δὴ τὸν Δόλεσον , οὗτος γὰρ ἦν οὐ μόνον ἀξιώματι καὶ γένει τῆς πόλεως πρῶτος , ἀλλʼ ἐδόκει καὶ τῆς πρεσβείας αἴτιος , κτείνουσί τε αὐτὸν καὶ διʼ ὑπερβολὴν ὀργῆς νεκρὸν αἰκισάμενοι διέδρασαν ἐκ τῆς πόλεως .
4.417ἐπιούσης δὲ ἤδη τῆς Ῥωμαϊκῆς δυνάμεως ὅ τε δῆμος τῶν Γαδαρέων μετʼ εὐφημίας τὸν Οὐεσπασιανὸν εἰσδεξάμενοι δεξιὰς παρʼ αὐτοῦ πίστεως ἔλαβον καὶ φρουρὰν ἱππέων τε καὶ πεζῶν πρὸς τὰς τῶν φυγάδων καταδρομάς ·
4.418τὸ γὰρ τεῖχος αὐτοὶ πρὶν ἀξιῶσαι Ῥωμαίους καθεῖλον , ὅπως εἴη πίστις αὐτοῖς τοῦ τὴν εἰρήνην ἀγαπᾶν τὸ μηδὲ βουληθέντας δύνασθαι πολεμεῖν .
-- -- οἱ δὲ φυγάδες ὡς αἰφνίδιον τοὺς διώκοντας ἱππεῖς ἐθεάσαντο , πρὶν εἰς χεῖρας ἐλθεῖν εἴς τινα κώμην συνειλοῦνται Βηθενναβρὶν προσαγορευομένην ·
4.421ἐν ᾗ νέων πλῆθος οὐκ ὀλίγον εὑρόντες καὶ τοὺς μὲν ἑκόντας τοὺς δὲ βίᾳ καθοπλίσαντες εἰκαίως , προπηδῶσιν ἐπὶ τοὺς περὶ τὸν Πλάκιδον .
4.422οἱ δὲ πρὸς μὲν τὴν πρώτην ἐμβολὴν ὀλίγον εἶξαν ἅμα καὶ προκαλέσασθαι τεχνιτεύοντες αὐτοὺς ἀπὸ τοῦ τείχους πορρωτέρω ,
4.423λαβόντες δʼ εἰς ἐπιτήδειον περιήλαυνόν τε καὶ κατηκόντιζον , καὶ τοὺς μὲν φυγάδας αὐτῶν οἱ ἱππεῖς ὑπετέμνοντο , τὰς συμπλοκὰς δὲ τὸ πεζὸν εὐτόνως διέφθειρον .
4.419
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.411 | Joseph. BJ 4.418 (English) | >>Joseph. BJ 4.426 |